James 2

1Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; 2ἐὰν γὰρ εἰσέλθῃ
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
3
 ἐπιβλέψητε δὲ = WH NA/NIV: || καὶ ἐπιβλέψητε = Treg RP
ἐπιβλέψητε δὲ ⸃ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ
 εἴπητε = WH Treg NA/NIV: || εἴπητε αὐτῷ = RP
εἴπητε· Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι
 ἢ κάθου ἐκεῖ = WH: || ἐκεῖ ἢ κάθου = Treg NA/NIV; || ἐκεῖ ἢ κάθου ὧδε = RP
κάθου ἐκεῖ ⸃ ὑπὸ τὸ ὑποπόδιόν μου,
4
 οὐ = WH Treg NA/NIV: || καὶ οὐ = RP
οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
5ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς
 τῷ κόσμῳ = WH Treg NA/NIV: || τοῦ κόσμου = RP
τῷ κόσμῳ ⸃ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
6ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;

8Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10ὅστις γὰρ ὅλον τὸν νόμον
 τηρήσῃ πταίσῃ = WH Treg NA/NIV: || τηρήσει πταίσει = RP
τηρήσῃ, πταίσῃ ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
11 γὰρ εἰπών Μὴ
 μοιχεύσῃς = WH Treg NA/NIV: || μοιχεύσεις = RP
μοιχεύσῃς εἶπεν καί Μὴ
 φονεύσῃς = WH Treg NA/NIV: || φονεύσεις = RP
φονεύσῃς· εἰ δὲ οὐ
 μοιχεύεις φονεύεις = WH Treg NA/NIV: || μοιχεύσεις φονεύσεις = RP
μοιχεύεις φονεύεις ⸃ δέ, γέγονας παραβάτης νόμου.
12οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται
 ἔλεος = WH Treg NA/NIV: || ἔλεον = RP
ἔλεος κρίσεως.

14
 Τί = WH: || Τί τὸ = Treg NA/NIV RP
Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται πίστις σῶσαι αὐτόν;
15
 ἐὰν = WH Treg NA/NIV: || ἐὰν δὲ = RP
ἐὰν ἀδελφὸς ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ
 λειπόμενοι = WH Treg NA/NIV: || λειπόμενοι ὦσιν = RP
λειπόμενοι τῆς ἐφημέρου τροφῆς,
16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος,
 τί = WH: || τί τὸ = Treg NA/NIV RP
τί ὄφελος;
17οὕτως καὶ πίστις, ἐὰν μὴ
 ἔχῃ ἔργα = WH Treg NA/NIV: || ἔργα ἔχῃ = RP
ἔχῃ ἔργα ⸃, νεκρά ἐστιν καθ᾽ ἑαυτήν.

18Ἀλλ᾽ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου
 χωρὶς = WH Treg NA/NIV: || ἐκ = RP
χωρὶς τῶν
 ἔργων = WH Treg NA/NIV: || ἔργων σου = RP
ἔργων, κἀγώ
 σοι δείξω = WH Treg NA/NIV: || δείξω σοι = RP
σοι δείξω ⸃ ἐκ τῶν ἔργων μου τὴν
 πίστιν = WH Treg NA/NIV: || πίστιν μου = RP
πίστιν.
19σὺ πιστεύεις ὅτι
 εἷς ἐστιν ὁ θεός = Treg NA/NIV: || εἷς θεός ἐστιν = WH; || ὁ θεὸς εἷς ἐστιν = RP
εἷς ἐστιν θεός ⸃; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
20θέλεις δὲ γνῶναι, ἄνθρωπε κενέ, ὅτι πίστις χωρὶς τῶν ἔργων
 ἀργή = WH Treg NA/NIV: || νεκρά = RP
ἀργή ἐστιν;
21Ἀβραὰμ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22βλέπεις ὅτι πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων πίστις ἐτελειώθη, 23καὶ ἐπληρώθη γραφὴ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24
 ὁρᾶτε = WH Treg NA/NIV: || ὁρᾶτε τοίνυν = RP
ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.
25ὁμοίως δὲ καὶ Ῥαὰβ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26ὥσπερ
 γὰρ = Treg NA/NIV RP: || [omit] = WH
γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ πίστις
 χωρὶς = WH NA/NIV: || χωρὶς τῶν = Treg RP
χωρὶς ἔργων νεκρά ἐστιν.



Copyright information for SBLG